|
1 Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες* οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά 4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν 5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον Mark 15:1-5, Hebrew & Greek Study Bible. Public domain.
|



