|
47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν 48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν Luke 22:47-50, Hebrew & Greek Study Bible. Public domain.
|



