|
25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε ἄνοιξον ἡμῖν Καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ 26 Τότε ἄρξεσθε λέγειν Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας 27 Καὶ ἐρεῖ Λέγων ὑμῖν Οὐκ οἶδα [ὑμᾶς] πόθεν ἐστέ ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας 28 Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω Luke 13:25-28, Hebrew & Greek Study Bible. Public domain.
|



