|
5 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν 7 Ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ John 6:5-7, Hebrew & Greek Study Bible. Public domain.
|



