|
34 Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν 36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον Υἱὸς παρακλήσεως Λευίτης Κύπριος τῷ γένει 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων Acts 4:34-37, Hebrew & Greek Study Bible. Public domain.
|



