|
8 Νήψατε γρηγορήσατε ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι 10 Ὁ δὲ Θεὸς πάσης χάριτος ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ [Ἰησοῦ] ὀλίγον παθόντας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει 1 Peter 5:8-10, Hebrew & Greek Study Bible. Public domain.
|



