|
19 [καὶ] ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα 21 Ἀγαπητοί ἐὰν ἡ καρδία ‹ἡμῶν› «μὴ καταγινώσκῃ» παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν 1 John 3:19-21, Hebrew & Greek Study Bible. Public domain.
|



