|
9 Θεοῦ γάρ ἐσμεν συνεργοί Θεοῦ γεώργιον Θεοῦ οἰκοδομή ἐστε 10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός 1 Corinthians 3:9-11, Hebrew & Greek Study Bible. Public domain.
|



