Par 

10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ

11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν

12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ

13 Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε

14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω

15 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς

16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι

17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν

18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους

19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας Ἀσπάζεται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ

20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ

21 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου

22 Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἤτω ἀνάθεμα Μαράνα* θά*

23 χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ’ ὑμῶν

24 ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ ⧼Ἀμήν⧽

1 Corinthians 16:10-24, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 15
Top of Page
Top of Page










Copied