Nahum 1
Berean Greek Bible Par ▾ 

The Burden against Nineveh
(Jonah 1:1–3)

1ΛΗΜΜΑ Νινευή, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.

2Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ.

3Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῷον οὐκ ἀθῳώσει Κύριος· ἐν συντελείᾳ καὶ ἐν συνσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ·

4ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν. ὀλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν·

5τὰ ὄρη ἐσείσθησαν ἀπ᾽ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

6ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ᾽ αὐτοῦ.

7χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν.

8καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.

9τί λογίζεσθε ἐπὶ τὸν κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει·

10ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται, καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή.

11ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου, πονηρὰ βουλευόμενος ἐναντία.

12τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.

13καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμοὺς διαρήξω·

14καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτά, καὶ χωνευτὰ θήσομαι ταφήν σου. ὅτι ταχεῖς

15ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν. (2:1) Συντετέλεσται, ἐξῆρται·

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Micah 7
Top of Page
Top of Page