A Warning to Judah’s Kings 1Τάδε λέγει Κύριος Πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα, καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον, 2καὶ ἐρεῖς Ἄκουε λόγον Κυρίου, βασιλεῦ Ἰούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυείδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις 3Τάδε λέγει Κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυεὶδ καὶ ἐπιβεβηκότες ἐφ᾽ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν. 5ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. A Warning about the Palace 6ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας· 7καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ; 9καὶ ἐροῦσιν Ἀνθ᾽ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς. A Warning about Shallum 10Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέφει ἔτι οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. 11διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσεία τὸν βασιλεύοντα ἀντὶ Ἰωσεία τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ ἔτι, 12ἀλλ᾽ ἢ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτὸν ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. A Warning about Jehoiakim 13Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεάν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ. 15μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Ἀχὰζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιόν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην. 16οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος; 17ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ᾽ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτό, καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν. 18διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσεία βασιλέα Ἰούδα Καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν Ὢ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμοι κύριε. 19ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἰερουσαλήμ. 20Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου. 22πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται, ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε. 23κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.a A Warning to Coniah 24ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε, 25καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων. 26καὶ ἀπορίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε· 27εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν. 28ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. 29γῆ γῆ, ἄκουε λόγον Κυρίου· 30γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυείδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ. Footnotes: 23 a See 1 Kings 7:2. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |