Joseph and Potiphar’s Wife 1Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρῆς ὁ εὐνοῦχος Φαραὼ ὁ ἀρχιμάγειρος, ἀνήρ Αἰγύπτιος, ἐκ χειρῶν Ἰσμαηλειτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. 2καὶ ἦν Κύριος μετὰ Ἰωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ. 3ᾔδει δὲ ὁ κύριος αὐτοῦ ὅτι Κύριος μετ᾽ αὐτοῦ, καὶ ὅσα ἂν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. 4καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκεν διὰ χειρὸς Ἰωσήφ. 5ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησεν Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ· καὶ ἐγενήθη εὐλογία Κυρίου ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ. 6καὶ ἐπέστρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ἰωσήφ, καὶ οὐκ ᾔδει τῶν καθ᾽ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός. καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα. 7καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ, καὶ εἶπεν Κοιμήθητι μετ᾽ ἐμοῦ. 8ὁ δὲ οὐκ ἤθελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾽ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου, 9καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ αὐτοῦ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ᾽ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ; 10ἡνίκα δὲ ἐλάλει Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ᾽ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ. 11ἐγένετο δὲ τοιαύτη τις ἡμέρα· εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν τοῦ ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν ἐν τῇ οἰκίᾳ ἔσω· 12καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων αὐτοῦ λέγουσα Κοιμήθητι μετ᾽ ἐμοῦ· καὶ καταλείπων τὰ ἱμάτια αὐτοῦ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. Joseph Falsely Imprisoned 13καὶ ἐγένετο ὡς εἶδεν ὅτι κατέλειπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω, 14καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἐβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθεν πρὸς μὲ λέγων Κοιμήθητι μετ᾽ ἐμοῦ· καὶ ἐβόησα φωνῇ μεγάλῃ. 15ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλείπων τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. 16καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾽ ἑαυτῇ ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ. 17καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα Εἰσῆλθεν πρὸς μὲ ὁ παῖς ὁ Ἐβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι, καὶ εἶπέν μοι Κοιμήθητι μετ᾽ ἐμοῦ. 18ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, κατέλειπεν τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. 19ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα Οὕτως ἐποίησέν μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ.
20καὶ ἔλαβεν ὁ κύριος Ἰωσὴφ καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι.
21καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ καὶ κατέχεεν αὐτοῦ ἔλεος, καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος.
22καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ.
23οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ γινώσκων δι᾽ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσήφ, διὰ τὸ τὸν κύριον μετ᾽ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |