Genesis 12
Berean Greek Bible Par ▾ 

The Call of Abram
(Genesis 26:1–5; Acts 7:1–8)

1Καὶ εἶπεν Κύριος τῷ Ἀβράμ Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.a

2καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός·

3καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.b

4καὶ ἐπορεύθη Ἀβρὰμ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾽ αὐτοῦ Λώτ· Ἀβρὰμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε ὅτε ἐξῆλθεν ἐκ Χαρράν. 5καὶ ἔλαβεν Ἀβρὰμ τὴν Σαρὰ γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχὴν ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν· καὶ ἦλθον εἰς γῆν Χανάαν. 6καὶ διώδευσεν Ἀβρὰμ εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. 7καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.c 8καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ᾽ ἀνατολὰς Βαιθήλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ἐν Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἁγγαὶ κατ᾽ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. 9καὶ ἀπῆρεν Ἀβρὰμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

Abram and Sarai in Egypt

10Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. 11ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρᾳ τῇ γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· 12ἔσται οὖν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστὶν αὐτή· καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται. 13εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμί, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. 14ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβρὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ ὅτι καλὴ ἦν σφόδρα, 15καὶ ἴδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ. 16καὶ τῷ Ἀβρὰμ εὖ ἐχρήσαντο δι᾽ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι, ἡμίονοι καὶ κάμηλοι.

17καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἀβράμ. 18καλέσας δὲ Φαραὼ τὸν Ἀβρὰμ εἶπεν Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν; 19ἵνα τί εἶπας ὅτι Ἀδελφή μού ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε. 20καὶ ἐνετείλατο Φαραὼ ἀνδράσιν περὶ Ἀβράμ, συνπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ᾽ αὐτοῦ.


Footnotes:

1 a Cited in Acts 7:3
3 b See Galatians 3:8
7 c Cited in Galatians 3:16


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Genesis 11
Top of Page
Top of Page