Esther 1
Berean Greek Bible Par ▾ 

Xerxes’ Royal Feast

1⸂1 ΕΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νεισὰ ἐνύπνιον ἴδεν Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν, 2 ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως· 3 ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας. 4 καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς. 5 καὶ ἰδοὺ δύο δράκοντες μέγαλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη, 6 καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος. 7 καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλίψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς· 8 καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος, φοβούμενοι τὰ ἑαυτῶν κακά, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι· 9 καὶ ἐβόησαν πρὸς τὸν θεόν. ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ· 10 φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους. 11 καὶ διεγερθεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. 12 καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβάθα καὶ Θαρρὰ τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλήν, 13 ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηραύνησεν, καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ. καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν· 14 καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες ἀπήχθησαν, 15 καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων· 16 καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων. 17 καὶ ἦν Ἁμὰν Ἁμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.⸃ 18 Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου, οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν. 2ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς, Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει, 3ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν. 4καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα·

5ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως, 6κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα· 7ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν. 8ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεύς, καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.

Queen Vashti’s Refusal

9καὶ Ἀστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης.

10ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Ἁμὰν καὶ Μαζὰν καὶ Θαρρὰ καὶ Βωραζὴ καὶ Ζαθολθὰ καὶ Ἀβαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου, 11εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς· ὅτι καλὴ ἦν. 12καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων· καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη,

Queen Vashti Deposed

13καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Ἀστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν. 14καὶ προσῆλθεν αὐτῷ Ἁρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ, 15καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Ἀστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων. 16καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως. 17καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ, 18οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ᾽ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν. 19εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς. 20καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.

21καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος, 22καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Nehemiah 13
Top of Page
Top of Page