1 Chronicles 18
Berean Greek Bible Par ▾ 

David’s Triumphs
(2 Samuel 8:1–14; Psalm 60:1–12)

1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔλαβεν τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. 2καὶ ἐπάταξεν τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυεὶδ φέροντες δῶρα.

3καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. 4καὶ προκατελάβετο Δαυεὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

5καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 6καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζεν Κύριος Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 7καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἁδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ. 8καὶ ἐκ τῆς Μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πολέμων τῶν Ἁδραάζαρ ἔλαβεν Δαυεὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.a

9καὶ ἤκουσεν Θῶα βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ τὴν πᾶσαν δύναμιν Ἁδραάζαρ βασιλέως Σουβά,b 10καὶ ἀπέστειλεν τὸν Ἱδουραὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυεὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Ἁδραάζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θῶα ἦν τῷ Ἁδραάζαρ· καὶ πάντα σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.c 11καὶ ταῦτα ἡγίασεν Δαυεὶδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.

12καὶ Ἀβεσσὰ υἱὸς Σαρουίας ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας, 13καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυείδ· καὶ ἔσωζεν Κύριος ἐν πᾶσιν οἷς ἐπορεύετο.

David’s Officers
(2 Samuel 8:15–18)

14Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. 15καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ὑπομνηματογράφος, 16καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιαθὰρ ἱερεῖς, καὶ Ἰησοῦς γραμματεύς,d 17καὶ Βαναίας υἱὸς Ἰωδᾶε ἐπὶ τῶν ἱερέων καὶ Φαλτειά· καὶ υἱοὶ Δαυεὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.


Footnotes:

8 a See 2 Samuel 8:8 LXX.
9 b See 2 Samuel 8:9.
10 c See 2 Samuel 8:10.
16 d See 2 Samuel 8:17, 2 Samuel 20:25, and 1 Kings 4:3.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 17
Top of Page
Top of Page