2 Samuel 8
Berean Greek Bible Par ▾ 

1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

2καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια.

3καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ υἱὸν Ῥαὰβ βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. 4καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.a 5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. 6καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 7καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὓς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Σολομῶντος. 8καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.b

9Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ,c 10καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπάταξεν τὸν Ἁδραάζαρ· καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἁδραάζαρ· καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.d 11καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρὶου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν· 12ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.

13καὶ ἐποίησεν Δαυεὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼ καὶ δέκα χιλιάδας. 14καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

David’s Officers
(1 Chronicles 18:14–17)

15Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ Ἰσραήλ· καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. 16καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων, 17καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιαθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,e 18καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεττεί· υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.


Footnotes:

4 a See 1 Chronicles 18:4
8 b See 1 Chronicles 18:8.
9 c See 1 Chronicles 18:9.
10 d See 1 Chronicles 18:10.
17 e See 2 Samuel 20:25, 1 Kings 4:3, and 1 Chronicles 18:16.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Samuel 7
Top of Page
Top of Page