1 Timothy 1
Study Bible
Paul's Greeting to Timothy

Παῦλος  ἀπόστολος  Χριστοῦ  Ἰησοῦ  κατ’  ἐπιταγὴν  Θεοῦ  Σωτῆρος  ἡμῶν  καὶ  Χριστοῦ  Ἰησοῦ  τῆς  ἐλπίδος  ἡμῶν 

Τιμοθέῳ  γνησίῳ  τέκνῳ  ἐν  πίστει·  χάρις,  ἔλεος,  εἰρήνη  ἀπὸ  Θεοῦ  πατρὸς  καὶ  Χριστοῦ  Ἰησοῦ  τοῦ  κυρίου  ἡμῶν. 

Warning against False Teaching

Καθὼς  παρεκάλεσά  σε  προσμεῖναι  ἐν  Ἐφέσῳ,  πορευόμενος  εἰς  Μακεδονίαν,  ἵνα  παραγγείλῃς  τισὶν  μὴ  ἑτεροδιδασκαλεῖν  μηδὲ  προσέχειν  μύθοις  καὶ  γενεαλογίαις  ἀπεράντοις,  αἵτινες  ἐκζητήσεις  παρέχουσιν  μᾶλλον    οἰκονομίαν  Θεοῦ  τὴν  ἐν  πίστει·  τὸ  δὲ  τέλος  τῆς  παραγγελίας  ἐστὶν  ἀγάπη  ἐκ  καθαρᾶς  καρδίας  καὶ  συνειδήσεως  ἀγαθῆς  καὶ  πίστεως  ἀνυποκρίτου,  ὧν  τινες  ἀστοχήσαντες  ἐξετράπησαν  εἰς  ματαιολογίαν,  θέλοντες  εἶναι  νομοδιδάσκαλοι,  μὴ  νοοῦντες  μήτε    λέγουσιν  μήτε  περὶ  τίνων  διαβεβαιοῦνται. 

Οἴδαμεν  δὲ  ὅτι  καλὸς    νόμος,  ἐάν  τις  αὐτῷ  νομίμως  χρῆται,  εἰδὼς  τοῦτο,  ὅτι  δικαίῳ  νόμος  οὐ  κεῖται,  ἀνόμοις  δὲ  καὶ  ἀνυποτάκτοις,  ἀσεβέσι  καὶ  ἁμαρτωλοῖς,  ἀνοσίοις  καὶ  βεβήλοις,  πατρολῴαις  καὶ  μητρολῴαις,  ἀνδροφόνοις,  10 πόρνοις,  ἀρσενοκοίταις,  ἀνδραποδισταῖς,  ψεύσταις,  ἐπιόρκοις,  καὶ  εἴ  τι  ἕτερον  τῇ  ὑγιαινούσῃ  διδασκαλίᾳ  ἀντίκειται,  11 κατὰ  τὸ  εὐαγγέλιον  τῆς  δόξης  τοῦ  μακαρίου  Θεοῦ,    ἐπιστεύθην  ἐγώ. 

God's Grace to Paul

12 Χάριν  ἔχω  τῷ  ἐνδυναμώσαντί  με  Χριστῷ  Ἰησοῦ  τῷ  Κυρίῳ  ἡμῶν,  ὅτι  πιστόν  με  ἡγήσατο  θέμενος  εἰς  διακονίαν,  13 τὸ  πρότερον  ὄντα  βλάσφημον  καὶ  διώκτην  καὶ  ὑβριστήν·  ἀλλὰ  ἠλεήθην,  ὅτι  ἀγνοῶν  ἐποίησα  ἐν  ἀπιστίᾳ,  14 ὑπερεπλεόνασεν  δὲ    χάρις  τοῦ  Κυρίου  ἡμῶν  μετὰ  πίστεως  καὶ  ἀγάπης  τῆς  ἐν  Χριστῷ  Ἰησοῦ.  15 πιστὸς    λόγος  καὶ  πάσης  ἀποδοχῆς  ἄξιος,  ὅτι  Χριστὸς  Ἰησοῦς  ἦλθεν  εἰς  τὸν  κόσμον  ἁμαρτωλοὺς  σῶσαι·  ὧν  πρῶτός  εἰμι  ἐγώ·  16 ἀλλὰ  διὰ  τοῦτο  ἠλεήθην,  ἵνα  ἐν  ἐμοὶ  πρώτῳ  ἐνδείξηται  Ἰησοῦς ⇔  Χριστὸς  τὴν  ἅπασαν  μακροθυμίαν,  πρὸς  ὑποτύπωσιν  τῶν  μελλόντων  πιστεύειν  ἐπ’*  αὐτῷ  εἰς  ζωὴν  αἰώνιον.  17 Τῷ  δὲ  Βασιλεῖ  τῶν  αἰώνων,  ἀφθάρτῳ  ἀοράτῳ  μόνῳ  Θεῷ,  τιμὴ  καὶ  δόξα  εἰς  τοὺς  αἰῶνας  τῶν  αἰώνων·  ἀμήν. 

18 Ταύτην  τὴν  παραγγελίαν  παρατίθεμαί  σοι,  τέκνον  Τιμόθεε,  κατὰ  τὰς  προαγούσας  ἐπὶ  σὲ  προφητείας,  ἵνα  στρατεύῃ  ἐν  αὐταῖς  τὴν  καλὴν  στρατείαν,  19 ἔχων  πίστιν  καὶ  ἀγαθὴν  συνείδησιν,  ἥν  τινες  ἀπωσάμενοι  περὶ  τὴν  πίστιν  ἐναυάγησαν·  20 ὧν  ἐστιν  Ὑμέναιος  καὶ  Ἀλέξανδρος,  οὓς  παρέδωκα  τῷ  Σατανᾷ,  ἵνα  παιδευθῶσιν  μὴ  βλασφημεῖν. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Thessalonians 3
Top of Page
Top of Page