Psalm 91
Swete's Septuagint ABP ▾  HEB ▾ 

My Refuge and My Fortress

1Αἶνος ᾠδῆς τῷ Δαυείδ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

2ἐρεῖ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· καὶ καταφυγή μου ὁ θεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν.

3ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους·

4ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.

5οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,

6ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.

7πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·

8πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.

9ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου.

10οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·

11ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν ταῖς ὁδοῖς σου·

12ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

13ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14ὅτι ἐπ᾽ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.

15ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.

16μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 90
Top of Page
Top of Page