Numbers 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

Balaam's First Oracle

1Καὶ εἶπεν Βαλαὰμ τῷ Βαλάκ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει· καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ· καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεόν, καὶ ἐπορεύθη εὐθεῖαν.

4καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλαάμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις. 6καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὅδε ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾽ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ᾽ αὐτῷ·

7καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπ᾽ ἀνατολῶν, λέγων Δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.

8τί ἀράσωμαι ὃν μὴ καταρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός;

9ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτόν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

10τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ; καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

11καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

Balaam's Second Oracle

13καὶ εἶπεν πρὸς αὐτὸν Βαλάκ Δεῦρο ἔτι μετ᾽ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ᾽ ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς· καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν Λελαξευμένου, καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμούς, καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. 16καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλάκ, καὶ τάδε λαλήσεις. 17καὶ ἀπεστράφη πρὸς αὐτόν· ὁ δὲ ἐφιστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾽ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ Τί ἐλάλησεν Κύριος;

18καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.

19οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

20ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μή ἀποστρέψω.

21οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.

22θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.

23οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ. κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτέλεσει ὁ θεός.

24ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.

25καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Οὔτε κατάραις καταράσῃ μοι αὐτόν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῷ Βαλάκ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω;

27καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 28καὶ παρέλαβεν Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καί ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 22
Top of Page
Top of Page