The Fall of Tyre 1Τὸ ῥῆμα Τύρου. Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος. 2τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν 3ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν. 4αἰσχύνθητι, Σειδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδ᾽ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. 5ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. 6ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. 7οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἀπ᾽ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν; 8τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. 9Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. 10ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12καὶ ἐροῦσιν Οὐκέτι μὴ προστεθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σειδῶνος· καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι· 13καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν. 14ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν. 15καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης. 16λάβε κιθάραν, ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. καὶ ἔσται μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον, 17καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς. 18καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ, οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |