Genesis 46
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jacob's Journey to Egypt

1Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθον ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσεν ἐκεῖ θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. 2εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ἰακὼβ Ἰακώβ. ὁ δὲ εἶπεν Τί ἐστιν; 3λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ· 4καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου.

5ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν· 6καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐκ γῆς Χανάαν, καὶ εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτοῦ, 7υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

Those who went to Egypt

8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν· 9υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί. 10υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος. 11υἱοὶ δὲ Λευί· Γηρσών, Καὰθ καὶ Μεραρεί. 12υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ. 13υἱοὶ δὲ Ἰσσαχάρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ. 14υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ. 15οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ αἱ θυγατέρες, τριάκοντα τρεῖς. 16υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἁγγεὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδὶς καὶ Ἀροηδὶς καὶ Ἀροηλείς. 17υἱοὶ δὲ Ἀσήρ· Ἰεμνὰ καὶ Ἰεσσαὶ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάαρ ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χόβωρ καὶ Μελχιήλ. 18οὗτοι υἱοὶ Ζέλφας, ἣν ἔδωκεν Λαβὰν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ, δέκα ἓξ ψυχάς. 19υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμείν. 20ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετρεφῆ ἱερέως Ἡλίου πόλεως, τὸν Μαννασσὴ καὶ τὸν Ἐφράιμ. ἐγένοντο δὲ υἱοὶ Μαννασσή, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησεν τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφράιμ ἀδελφοῦ Μαννασσή· Σουτάλααμ καὶ Τάαμ. υἱοὶ δὲ Σουτάλααμ· Ἐδέμ. 21υἱοὶ δὲ Βενιαμείν· Βάλα καὶ Χόβωρ καὶ Ἀσβήλ. ἐγένοντο δὲ υἱοὶ Βαλὰ Γηρὰ καὶ Νοεμὰν καὶ Ἀγχεὶς καὶ Ῥὼς καὶ Μαμφεὶν καὶ Ὁφιμίν· Γηρὰ δὲ ἐγέννησεν τὸν Ἄραδ. 22οὗτοι υἱοὶ Ῥαχήλ οὓς ἐγέννησεν Ἰακώβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ. 23υἱοὶ δὲ Δάν· Ἁσόμ. 24καὶ υἱοὶ Νεφθαλί· Ἁσιὴλ καὶ Γωυνὶ καὶ Ἴσσααρ καὶ Συλλήμ. 25οὗτοι υἱοὶ Βάλλας, ἣν ἔδωκεν Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ· πᾶσαι ψυχαὶ ἑπτά. 26πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. 27υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε.

Joseph Meets Jacob

28Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτῶν πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾽ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσή. 29ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾽ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσεν κλαυθμῷ πίονι. 30καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπειδὴ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. 31εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανάαν, ἥκασιν πρὸς μέ· 32οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τούς βόας καὶ πάντα τὰ αὐτῶν ἀγιόχασιν. 33ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν Τί τὸ ἔργον ὑμῶν ἐστίν; 34ἐρεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γέσεμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίων πᾶς ποιμὴν προβάτων.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 45
Top of Page
Top of Page