Ezekiel 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

Evil in High Places

1Καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς. καὶ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἐζὲρ καὶ Φαλτίαν τὸν τοῦ Βαναιοὺ τοὺς ἀφηγουμένους τοῦ λαοῦ. 2καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ· 3οἱ λέγοντες Οὐχὶ προσφάτως οἰκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα. 4διὰ τοῦτο προφήτευσον ἐπ᾽ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.

5καὶ ἔπεσεν ἐπ᾽ ἐμὲ πνεῦμα καὶ εἶπεν πρὸς μέ Λέγε Τάδε λέγει Κύριος Οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι· 6ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ, καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῶν τραυματιῶν. 7διὰ τοῦτο τάδε λέγει Κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὕτη δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. 8ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ᾽ ὑμᾶς, λέγει Κύριος. 9καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρίματα. 10ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. 11 12

A Promise of Restoration

13καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναιοὺ ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα Οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ἰσραήλ;

14Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 15Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἰερουσαλήμ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν. 16διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ. 17διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ· 18καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. 19καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς, καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, 20ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν. 21καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος.

God's Glory Leaves Jerusalem

22Καὶ ἐξῆραν τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἐπ᾽ αὐτὰ ὑπεράνω αὐτῶν. 23καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως. 24καὶ πνεῦμα ἀνέλαβέν με καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς ἴδον, 25καὶ ἐλάλησα πρὸς ⸆ τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου οὓς ἔδειξέν μοι.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 10
Top of Page
Top of Page