Exodus 13
Swete's Septuagint ABP ▾  HEB ▾ 

Dedication of the Firstborn

1Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν λέγων 2Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν.

3Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη. 4ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων. 5καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Εὑαίων καὶ Γεργεσαίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρίαν ταύτην ἐν τῷ μηνὶ τούτῳ. 6ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ Κυρίου· 7ἄζυμα ἔδεσθε ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτὸν οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου. 8καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν Κύριος ὁ θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. 9καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε Κύριος ὁ θεὸς ἐξ Αἰγύπτου. 10καὶ φυλάξεσθε τὸν νόμον τοῦτον ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας.

11Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν, 12καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ κυρίῳ. 13πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό· πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. 14ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν Κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας· 15ἡνίκα δὲ ἐσκλήρυνεν Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω πᾶν πρωτότοκον τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. 16καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε Κύριος ἐξ Αἰγύπτου.

The Pillars of Cloud and Fire

17Ὡς δὲ ἐξαπέστειλεν Φαραὼ τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιείμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μή ποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. 18καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. 19Καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ἰωσὴφ μεθ᾽ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς Κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾽ ὑμῶν. 20Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν Ὀθὸμ παρὰ τὴν ἔρημον. 21ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· 22οὐκ ἐξέλιπεν δὲ ὁ στύλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Exodus 12
Top of Page
Top of Page