Esther 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

Mordecai is Honored

1Ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. 3εἶπεν δὲ ὁ βασιλεύς Τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἁμὰν ἐν τῇ αὐλῇ· εἶπεν δὲ ὁ βασιλεύς Τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἁμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ ᾧ ἡτοίμασεν. 5καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ἰδοὺ Ἁμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν ὁ βασιλεύς Καλέσατε αὐτόν. 6εἶπεν δὲ ὁ βασιλεὺς τῷ Ἁμάν Τί ποιήσω τῷ ἀνθρώπῳ ὃν ἐγὼ θέλω δοξάσαι; εἶπεν δὲ ἐν ἑαυτῷ ὁ Ἁμάν Τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7εἶπεν δὲ πρὸς τὸν βασιλέα Ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 8ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾽ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 9καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει.

Haman Forced to Honor Mordecai

10εἶπεν δὲ ὁ βασιλεὺς τῷ Ἁμάν Καλῶς ἐλάλησας· οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας. 11ἔλαβεν δὲ Ἁμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι.

12ἐπέστρεψεν δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν· Ἁμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13καὶ διηγήσατο Ἁμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις· καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή Εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι θεὸς ζῶν μετ᾽ αὐτοῦ.

14ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Ἁμὰν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Ἐσθήρ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Esther 5
Top of Page
Top of Page