The Feast of the Passover 1Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. 2καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 3οὐ φάγῃ ἐπ᾽ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ᾽ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. 4οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί. 5οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι· 6ἀλλ᾽ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου· 7καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. 8ἓξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ. The Feast of Weeks 9ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ᾽ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας. 10Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου· 11καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν, τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· 12καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας. The Feast of Tabernacles 13Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου· 14καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου. 15ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ θεῷ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσιν γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος. 16τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται αὐτὸν Κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ θεοῦ σου κενός· 17ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν, κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι. Judges and Justice 18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσίν σου αἷς Κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς, καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν· 19οὐκ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήμψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαρεῖ λόγους δικαίων. 20δικαίως τὸ δίκαιον διώξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι. Forbidden Forms of Worship 21Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. 22οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησεν Κύριος ὁ θεός σου. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |