2 Kings 21
Swete's Septuagint ABP ▾  HEB ▾ 

Manasseh's Idolatrous Reign in Judah

1Υἱὸς δώδεκα ἐτῶν Μανασσὴ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὁψειβά. 2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 3καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. 4καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν Ἐν Ἰερουσαλὴμ θήσω τὸ ὄνομά μου. 5καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐλλὴν καὶ γνώστας ἐπλήθυνεν, τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. 7καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν Κύριος πρὸς Δαυεὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ ἐν Ἰερουσαλὴμ ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα, 8καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο ὁ δοῦλός μου Μωυσῆς. 9καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη ἅ ἠφάνισεν Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.

Manasseh's Idolatries Rebuked

10καὶ ἐλάλησεν Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων 11Ἀνθ᾽ ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτεν καί γε Ἰουδὰ ἐν τοῖς εἰδώλοις αὐτῶν· 12οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδά, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ· 13καὶ ἐκτενῶ ἐπὶ Ἰερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ· 14καὶ ἀπεώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν ἐχθροῖς αὐτῶν· 15ἀνθ᾽ ὧν ὅσα ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης.

16καί γε αἷμα ἀθῷον ἐξέχεεν Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν Ἰερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ὧν ἐξήμαρτεν τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. 17καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 18καὶ ἐκοιμήθη Μανασσὴ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Amon's Evil Reign in Judah

19Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλάμ, θυγάτηρ Ἁροὺς ἐξ Ἰεσεβάλ. 20καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὼς ἐποίησεν Μανασσὴ ὁ πατὴρ αὐτοῦ. 21καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς. 22καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου. 23καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼς πρὸς αὐτόν, καὶ ἐθανάτωσαν αὐτὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ. 24καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμώς· καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ. 25καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμὼς ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 26καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἰωσείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 20
Top of Page
Top of Page