2 Chronicles 33
Swete's Septuagint ABP ▾  HEB ▾ 

Manasseh's Idolatrous Reign in Judah

1Ὢν δέκα δύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. 2καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου, ἀπὸ πάντων τῶν βδελιγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 3καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλαν τοῖν Βααλεὶμ καὶ ἐποίησεν ἄλση, καὶ προσεκύνησεν πάσῃ τῇ στρατείᾳ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. 4καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ Κυρίου οὗ εἶπεν Κύριος Ἐν Ἰερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. 5καὶ ᾠκοδόμησεν θυσιαστήρια τῇ πάσῃ στρατείᾳ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν γὲ βανὲ Ἑννόμ· καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐνγαστριμύθους καὶ ἐπαοιδούς· ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν. 7καὶ ἔθηκεν τὸ γλυπτὸν τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυεὶδ καὶ Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἰερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. 8καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον, τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ. 9καὶ ἐπλάνησεν Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

Manasseh's Repentance and Restoration

10καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσὴ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσεν. 11καὶ ἤγαγεν Κύριος ἐπ᾽ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ἀσσούρ, καὶ κατέλαβον τὸν Μανασσὴ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα. 12καὶ ὡς ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον τοῦ κυρίου θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ· 13καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἰερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς ὅτι Κύριος αὐτός ἐστιν θεός.

14Καὶ ᾠκοδόμησεν μετὰ ταῦτα τεῖχος ἔξω τῆς πόλεως Δαυεὶδ ἀπὸ λιβὸς κατὰ Γιὸν ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς αὐτὸν Ὄπλα, καὶ ὕψωσεν σφόδρα· καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ἰούδᾳ. 15καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδὸμησεν ἐν ὄρει οἴκου Κυρὶου καὶ ἐν Ἰερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως. 16καὶ κατώρθωσεν τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπ᾽ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ θεῷ Ἰσραήλ. 17πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν· πλὴν Κὺριος ὁ θεὸς αὐτῶν.

18καὶ τὰ λοιπὰ τῶν λὸγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λὸγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ᾽ ὀνόματι θεοῦ Ἰσραήλ, 19ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ, καὶ οἱ τόποι ἐφ᾽ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων. 20καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἀμὼς υἱὸς αὐτοῦ.

Amon's Evil Reign in Judah

21Ὢν εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. 22καὶ ἐποίησεν τὸ πονηρὸν ἐνὼπιον Κυρίου ὡς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ· καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ ἔθυεν Ἀμὼς καὶ ἐδούλευσεν αὐτοῖς. 23καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου ὡς ἐταπεινώθη Μανασσὴ ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς Ἀμὼς ἐπλήθυνεν πλημμέλειαν. 24καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ. 25καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Ἀμώς· καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 32
Top of Page
Top of Page