1 Samuel 15
Swete's Septuagint ABP ▾  HEB ▾ 

Saul's Disobedience

1Καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Ἐμὲ ἀπέστειλεν Κύριος χρίσαι σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου. 2τάδε εἶπεν Κύριος σαβαώθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου. 3καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἰερεὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτόν· καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπ᾽ αὐτοῦ· καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

4Καὶ παρήγγειλεν Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰσύδαν τριάκοντα χιλιάδας ταγμάτων. 5καὶ ἦλθεν Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλήκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. 6καὶ εἶπεν Σαοὺλ πρὸς τὸν Κειναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκείτου, μὴ προσθῶ σε μετ᾽ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κειναῖος ἐκ μέσου Ἀμαλήκ. 7καὶ ἐπάταξεν Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὑειλὰτ ἕως Ἀσσοὺρ ἐπὶ προσώπου Αἰγύπτου. 8καὶ συνέλαβεν τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν Ἰερεὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας. 9καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα, καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.

Samuel Denounces Saul

10Καὶ ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων 11Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουήλ, καὶ ἐβόησεν πρὸς Κύριον ὅλην τὴν νύκτα. 12καὶ ὤρθρισεν Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ πρωί· καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες Ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν αὐτῷ χεῖρα. καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα 13πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ. καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα ὅσα ἐλάλησεν Κύριος. 14καὶ εἶπεν Σαμουήλ Καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω; 15καὶ εἶπεν Σαούλ Ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου· καὶ τὰ λοιπὰ ἐξωλέθρευσα. 16καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Ἄνες, καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν Κύριος πρὸς μὲ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον.

17καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέν σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ. 18καὶ ἀπέστειλέν σε Κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. 19καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾽ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;

20καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουήλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέν με Κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὸν Ἀμαλὴκ ἐξωλέθρευσα. 21καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, ἐνώπιον Κυρίου θεοῦ ἡμῶν ἐν Γαλγάλοις.

22καὶ εἶπεν Σαμουήλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθήν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.

23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνη καὶ πόνος θεραπείαν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.

Saul's Confession

24καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουήλ Ἡμάρτηκα· ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν. 25καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου. 26καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ. 27καὶ ἐπέστρεψεν Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησεν Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό. 28καὶ εἶπεν πρὸς αὐτὸν Σαμουήλ Διέρρηξεν Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· 29καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός. 30καὶ εἶπεν Σαούλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου. 31καὶ ἀνέστρεψεν Σαμουὴλ ὀπίσω Σαούλ, καὶ προσεκύνησεν τῷ κυρίῳ.

32Καὶ εἶπεν Σαμουήλ Προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ· καὶ προσῆλθεν πρὸς αὐτὸν Ἀγὰγ τρέμων. καὶ εἶπεν Ἀγάγ Εἰ οὕτως πικρὸς ὁ θάνατος; 33καὶ εἶπεν Σαμουὴλ πρὸς Ἀγάγ Καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· καὶ ἔσφαξεν Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ.

34Καὶ ἀπῆλθεν Σαμουὴλ εἰς Ἁρμαθάιμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. 35καὶ οὐ προσέθετο Σαμουὴλ ἔτι ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ, καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 14
Top of Page
Top of Page