|
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον 24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν ⧼καὶ τιμὴν τῶν ἐθνῶν⧽ αὐτῶν εἰς αὐτήν 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ Revelation 21:23-25, Hebrew & Greek Study Bible. Public domain.
|



