|
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μή‿ ποτε ἐλθόντες οἱ μαθηταὶ ‹αὐτοῦ› κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης 65 Ἔφη αὐτοῖς ὁ Πιλᾶτος Ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας Matthew 27:64-66, Hebrew & Greek Study Bible. Public domain.
|



