|
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος 41 ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν Matthew 13:39-41, Hebrew & Greek Study Bible. Public domain.
|



