|
15 Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς Τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω 16 οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοῖς Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή Οἱ δὲ εἶπαν αὐτῷ Καίσαρος 17 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ Καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ Mark 12:15-17, Hebrew & Greek Study Bible. Public domain.
|



