|
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ (δύο) υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ Διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν 36 Ὁ δὲ εἶπεν αὐτοῖς Τί θέλετε με ποιήσω ὑμῖν 37 Οἱ δὲ εἶπαν αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου Mark 10:35-37, Hebrew & Greek Study Bible. Public domain.
|



