|
24 Προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες Ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα Ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη 25 Εἶπεν δὲ αὐτοῖς Ποῦ ἡ πίστις ὑμῶν Φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ Luke 8:24-25, Hebrew & Greek Study Bible. Public domain.
|



