|
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες Μεῖνον μεθ’ ἡμῶν ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς Luke 24:28-30, Hebrew & Greek Study Bible. Public domain.
|



