|
15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ 〈τίς〉 τί διεπραγματεύσαντο 16 Παρεγένετο δὲ ὁ πρῶτος λέγων Κύριε ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς 17 Καὶ εἶπεν αὐτῷ Εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων Luke 19:15-17, Hebrew & Greek Study Bible. Public domain.
|



