|
1 Ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν ⧼τῇ ἀληθείᾳ μὴ πείθεσθαι⧽ οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως 3 Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε Galatians 3:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



