|
22 ὁ δὲ δῆμος ἐπεφώνει Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου 23 Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ Θεῷ καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν 24 Ὁ δὲ λόγος τοῦ θεοῦ* ηὔξανεν καὶ ἐπληθύνετο 25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς* Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον Acts 12:22-25, Hebrew & Greek Study Bible. Public domain.
|



