|
5 καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν {οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν} 7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ 8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην Acts 10:5-8, Hebrew & Greek Study Bible. Public domain.
|



