|
1 Οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑόρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ 3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη 4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν 5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς 6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι 1 Corinthians 9:1-6, Hebrew & Greek Study Bible. Public domain.
|



