|
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ 7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός 8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας 1 Corinthians 5:6-8, Hebrew & Greek Study Bible. Public domain.
|



