|
1 Κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ 2 γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε 3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε 1 Corinthians 3:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



