Zephaniah 1
Berean Greek Bible Par ▾ 

Zephaniah Prophesies Judgment on Judah
(Matthew 13:36–43)

1ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσεὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἑζεκίου ἐν ἡμέραις Ἰωσείου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα.

2Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος·

3ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.

4καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων,

5καὶ τούς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου, καὶ τούς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν,a

6καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου.

7Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ.

8καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·

9καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.b

10καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.

11θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανάαν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.

12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἰερυσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδὲ μὴ κακώσῃ,

13καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν.

14Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή.

15ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης,

16ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.

17καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα·

18καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. καὶ ἐν πυρί ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τούς κατοικοῦντας τὴν γῆν.


Footnotes:

5 a See Leviticus 18:21 and 1 Kings 11:7.
9 b See 1 Samuel 5:5.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Habakkuk 3
Top of Page
Top of Page