Lamentations 4
Berean Greek Bible Par ▾ 

The Distress of Zion

1Ἄλεφ. Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων.a

2Βή. υἱοὶ Σειὼν οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ, πῶς ἐλογίσθησαν εἰς ἄγγια ὀστράκινα, ἔργα χειρῶν κεραμέως;

3Γίμελ. Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρας λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ.

4Δάλεθ. Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς.

5Ἥ. Οἱ ἔσθοντες τὰς τροφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κόκκῳ περιεβάλοντο κοπρίας.

6Οὐαύ. Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδόμων, τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας.

7Ζάιν. Ἐκαθαριώθησαν Ναζειραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρώθησαν ὑπὲρ λίθους, σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν.

8Ἥθ. Ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον.

9Τήθ. Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν.

10Ἰώδ. Χεῖρες γυναικῶν οἰκτειρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς λαοῦ μου.

11Χάφ. Συνετέλεσεν Κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ, καὶ ἀνῆψεν πῦρ ἐν Σειών, καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς.

12Λάβδ. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἰερουσαλήμ.

13Μήμ. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς, τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς.

14Νούν. Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτούς, ἥψαντο ἐνδυμάτων αὐτῶν.

15Σάμεχ. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτούς Ἀπόστητε ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν Οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν.

16Ἄιν. Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν.

17Φή. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν, εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν.

18Τιαδή. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον, ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν.

19Κώφ. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν· κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.

20Ῥήχς. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήμφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπαμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.

21Χσέν. Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς, καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ καὶ ἀποχεεῖς.

22Θαύ. Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σειών, οὐ προσθήσει ἀποικίσαι σε. ἐπεσκέψατο ἀνομίας σου, θυγάτηρ Ἐδώμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.


Footnotes:

1 a This chapter is an acrostic poem, each verse beginning with the successive letters of the Hebrew alphabet.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Lamentations 3
Top of Page
Top of Page