Jacob’s Journey to Egypt 1Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθον ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσεν ἐκεῖ θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. 2εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ἰακὼβ Ἰακώβ. ὁ δὲ εἶπεν Τί ἐστιν; 3λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ· 4καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. 5ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν· 6καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐκ γῆς Χανάαν, καὶ εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτοῦ, Those Who Went to Egypt The Children of Leah 8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν· 9υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί. 10υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος.a 11υἱοὶ δὲ Λευί· Γηρσών, Καὰθ καὶ Μεραρεί. 12υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ. 13υἱοὶ δὲ Ἰσσαχάρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ.b 14υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ. 15οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ αἱ θυγατέρες, τριάκοντα τρεῖς. The Children of Zilpah The Children of Rachel The Children of Bilhah Jacob Arrives in Egypt 28Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτῶν πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾽ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσή.
29ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾽ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσεν κλαυθμῷ πίονι.
30καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπειδὴ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
31εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανάαν, ἥκασιν πρὸς μέ·
32οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τούς βόας καὶ πάντα τὰ αὐτῶν ἀγιόχασιν.
33ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν Τί τὸ ἔργον ὑμῶν ἐστίν;
34ἐρεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γέσεμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίων πᾶς ποιμὴν προβάτων. Footnotes: 10 a See Numbers 26:12-13 and 1 Chronicles 4:24. 13 b See Numbers 26:24 and 1 Chronicles 7:1. 16 c See Numbers 26:17. 27 d See 1 Chronicles 7:14–29. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |