James 1
Study Bible
Greetings from James

Ἰάκωβος  Θεοῦ  καὶ  Κυρίου  Ἰησοῦ  Χριστοῦ  δοῦλος  ταῖς  δώδεκα  φυλαῖς  ταῖς  ἐν  τῇ  Διασπορᾷ  χαίρειν. 

Rejoicing in Trials

Πᾶσαν  χαρὰν  ἡγήσασθε,  ἀδελφοί  μου,  ὅταν  πειρασμοῖς  περιπέσητε  ποικίλοις,  γινώσκοντες  ὅτι  τὸ  δοκίμιον  ὑμῶν  τῆς  πίστεως  κατεργάζεται  ὑπομονήν.    δὲ  ὑπομονὴ  ἔργον  τέλειον  ἐχέτω,  ἵνα  ἦτε  τέλειοι  καὶ  ὁλόκληροι,  ἐν  μηδενὶ  λειπόμενοι. 

Εἰ  δέ  τις  ὑμῶν  λείπεται  σοφίας,  αἰτείτω  παρὰ  τοῦ  διδόντος  Θεοῦ  πᾶσιν  ἁπλῶς  καὶ  μὴ  ὀνειδίζοντος,  καὶ  δοθήσεται  αὐτῷ.  αἰτείτω  δὲ  ἐν  πίστει,  μηδὲν  διακρινόμενος·    γὰρ  διακρινόμενος  ἔοικεν  κλύδωνι  θαλάσσης  ἀνεμιζομένῳ  καὶ  ῥιπιζομένῳ.  μὴ  γὰρ  οἰέσθω    ἄνθρωπος  ἐκεῖνος  ὅτι  λήμψεταί  τι  παρὰ  τοῦ  Κυρίου,  ἀνὴρ  δίψυχος,  ἀκατάστατος  ἐν  πάσαις  ταῖς  ὁδοῖς  αὐτοῦ. 

Contrast of the Rich and Poor

Καυχάσθω  δὲ    ἀδελφὸς    ταπεινὸς  ἐν  τῷ  ὕψει  αὐτοῦ,  10   δὲ  πλούσιος  ἐν  τῇ  ταπεινώσει  αὐτοῦ,  ὅτι  ὡς  ἄνθος  χόρτου  παρελεύσεται.  11 ἀνέτειλεν  γὰρ    ἥλιος  σὺν  τῷ  καύσωνι  καὶ  ἐξήρανεν  τὸν  χόρτον,  καὶ  τὸ  ἄνθος  αὐτοῦ  ἐξέπεσεν  καὶ    εὐπρέπεια  τοῦ  προσώπου  αὐτοῦ  ἀπώλετο·  οὕτως  καὶ    πλούσιος  ἐν  ταῖς  πορείαις  αὐτοῦ  μαρανθήσεται. 

12 Μακάριος  ἀνὴρ  ὃς  ὑπομένει  πειρασμόν,  ὅτι  δόκιμος  γενόμενος  λήμψεται  τὸν  στέφανον  τῆς  ζωῆς,  ὃν  ἐπηγγείλατο  τοῖς  ἀγαπῶσιν  αὐτόν. 

Perseverance in Temptation

13 Μηδεὶς  πειραζόμενος  λεγέτω  ὅτι  Ἀπὸ  Θεοῦ  πειράζομαι·    γὰρ  Θεὸς  ἀπείραστός  ἐστιν  κακῶν,  πειράζει  δὲ  αὐτὸς  οὐδένα.  14 ἕκαστος  δὲ  πειράζεται  ὑπὸ  τῆς  ἰδίας  ἐπιθυμίας  ἐξελκόμενος  καὶ  δελεαζόμενος·  15 εἶτα    ἐπιθυμία  συλλαβοῦσα  τίκτει  ἁμαρτίαν,    δὲ  ἁμαρτία  ἀποτελεσθεῖσα  ἀποκύει  θάνατον.  16 Μὴ  πλανᾶσθε,  ἀδελφοί  μου  ἀγαπητοί.  17 πᾶσα  δόσις  ἀγαθὴ  καὶ  πᾶν  δώρημα  τέλειον  ἄνωθέν  ἐστιν  καταβαῖνον  ἀπὸ  τοῦ  Πατρὸς  τῶν  φώτων,  παρ’    οὐκ  ἔνι  παραλλαγὴ    τροπῆς  ἀποσκίασμα.  18 βουληθεὶς  ἀπεκύησεν  ἡμᾶς  λόγῳ  ἀληθείας,  εἰς  τὸ  εἶναι  ἡμᾶς  ἀπαρχήν  τινα  τῶν  αὐτοῦ  κτισμάτων. 

Hearing and Doing

19 Ἴστε,  ἀδελφοί  μου  ἀγαπητοί.  ἔστω  δὲ  πᾶς  ἄνθρωπος  ταχὺς  εἰς  τὸ  ἀκοῦσαι,  βραδὺς  εἰς  τὸ  λαλῆσαι,  βραδὺς  εἰς  ὀργήν·  20 ὀργὴ  γὰρ  ἀνδρὸς  δικαιοσύνην  Θεοῦ  οὐκ  ἐργάζεται.  21 διὸ  ἀποθέμενοι  πᾶσαν  ῥυπαρίαν  καὶ  περισσείαν  κακίας  ἐν  πραΰτητι  δέξασθε  τὸν  ἔμφυτον  λόγον  τὸν  δυνάμενον  σῶσαι  τὰς  ψυχὰς  ὑμῶν.  22 γίνεσθε  δὲ  ποιηταὶ  λόγου,  καὶ  μὴ  ἀκροαταὶ ⇔  μόνον  παραλογιζόμενοι  ἑαυτούς.  23 ὅτι  εἴ  τις  ἀκροατὴς  λόγου  ἐστὶν  καὶ  οὐ  ποιητής,  οὗτος  ἔοικεν  ἀνδρὶ  κατανοοῦντι  τὸ  πρόσωπον  τῆς  γενέσεως  αὐτοῦ  ἐν  ἐσόπτρῳ·  24 κατενόησεν  γὰρ  ἑαυτὸν  καὶ  ἀπελήλυθεν,  καὶ  εὐθέως  ἐπελάθετο  ὁποῖος  ἦν.  25   δὲ  παρακύψας  εἰς  νόμον  τέλειον  τὸν  τῆς  ἐλευθερίας  καὶ  παραμείνας,  οὐκ  ἀκροατὴς  ἐπιλησμονῆς  γενόμενος  ἀλλὰ  ποιητὴς  ἔργου,  οὗτος  μακάριος  ἐν  τῇ  ποιήσει  αὐτοῦ  ἔσται. 

26 Εἴ  τις  δοκεῖ  θρησκὸς  εἶναι,  μὴ  χαλιναγωγῶν  γλῶσσαν  αὐτοῦ*  ἀλλὰ  ἀπατῶν  καρδίαν  αὐτοῦ*,  τούτου  μάταιος    θρησκεία.  27 θρησκεία  καθαρὰ  καὶ  ἀμίαντος  παρὰ  τῷ  Θεῷ  καὶ  Πατρὶ  αὕτη  ἐστίν,  ἐπισκέπτεσθαι  ὀρφανοὺς  καὶ  χήρας  ἐν  τῇ  θλίψει  αὐτῶν,  ἄσπιλον  ἑαυτὸν  τηρεῖν  ἀπὸ  τοῦ  κόσμου. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Hebrews 13
Top of Page
Top of Page