Joshua 14
Swete's Septuagint ABP ▾  HEB ▾ 

Canaan Divided by Lot

1Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χανάαν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ. 2κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς, 3ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου. καὶ τοῖς Λευείταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς, 4ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσὴ καὶ Ἐφράιμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευείταις, ἀλλ᾽ ἤ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν. 5ὅν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐμέρισαν τὴν γῆν.

Caleb Requests Hebron

6Καὶ προσήλθοσαν οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα ὅ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδὴς Βαρνή. 7τεσσεράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδὴς Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ. 8οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ᾽ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ θεῷ μου. 9καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ ἐφ᾽ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ θεοῦ ἡμῶν. 10καὶ νῦν διέθρεψέν με Κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσερακοστὸν καὶ πέμπτον ἔτος ἀφ᾽ οὗ ἐλάλησεν Κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν, καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν εἰσελθεῖν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον. 12καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ἐνακεὶμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ᾽ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτοὺς ὃν τρόπον εἶπέν μοι Κύριος.

13καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκεν Χεβρὼν τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χαλὲβ τῷ τοῦ Ἰεφοννὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι. Κυρίου θεοῦ Ἰσραήλ. 15τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀργόβ· μητρόπολις τῶν Ἐνακεὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 13
Top of Page
Top of Page