Genesis 14
Swete's Septuagint ABP ▾  HEB ▾ 

The War of the Kings

1Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, Ἀριὼχ βασιλεὺς Ἐλλασὰρ καὶ ὁ Χοδολλογόμορ βασιλεὺς Αἰλὰμ καὶ Θαλγὰ βασιλεὺς ἐθνῶν 2ἐποίησαν πόλεμον μετὰ Βάλλα βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ Συμόβορ βασιλέως Σεβωεὶμ καὶ μετὰ βασιλέως Βάλακ· αὕτη ἐστὶν Σήγωρ. 3πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. 4δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογόμορ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. ⸆ 5ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογόμορ καὶ οἱ βασιλεῖς οἱ μετ᾽ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ Καρνάιν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Σομαίους τοὺς ἐν Σαυὴ τῇ πόλει, 6καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν Σηείρ, ἕως τῆς τερεμίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. ⸆ 7καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶν Καδής, καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἁσασὰν Θαμάρ. 8ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βάλακ, αὕτη ἐστὶν Σήγωρ, καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, 9πρὸς Χοδολλογόμορ βασιλέα Αἰλὰμ καὶ Θαλγὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες οὗτοι βασιλεῖς πρὸς τοὺς πέντε.

Lot Seized by the Four Kings

10ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα ἀσφάλτου. ἔφυγεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας, καὶ ἐνέπεσαν ἐκεῖ· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρινὴν ἔφυγον. 11ἔλαβεν δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. 12ἔλαβον δὲ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ Ἀβρὰμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.

Abram Rescues Lot

13παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἀβρὰμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει ἐν τῇ δρυὶ τῇ Μαμβρὴ ὁ Ἄμορις τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ. 14ἀκούσας δὲ Ἀβρὰμ ὅτι ᾐχμαλωτεύθη Λὼτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ⸆ ὀπίσω αὐτῶν ἕως Δάν. 15καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς, καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβάλ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. 16καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδόμων· καὶ Λὼτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.

Melchizedek Blesses Abram

17Ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδαλλογόμορ καὶ τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ, εἰς τὴν κοιλάδα τὴν Σαύην· τοῦτο ἦν τὸ πεδίον βασιλέως. 18καὶ Μελχισέδεκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.

19καὶ ηὐλόγησεν τὸν Ἀβρὰμ καὶ εἶπεν Εὐλογημένος Ἀβρὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν·

20καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.

21εἶπεν δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβράμ Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. 22εἶπεν δὲ Ἀβρὰμ πρὸς βασιλέα Σοδόμων Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν, 23εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν· ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβράμ. 24πλήν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρή· οὗτοι λήμψονται μερίδα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 13
Top of Page
Top of Page