1 Samuel 21
Swete's Septuagint ABP ▾  HEB ▾ 

David Takes the Consecrated Bread

1Καὶ ἔρχεται Δαυεὶδ εἰς Νόμβα πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβειμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; 2καὶ εἶπεν Δαυεὶδ τῷ ἱερεῖ Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανεὶ Μαεμωνεί. 3καὶ νῦν εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι; δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. 4καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυεὶδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾽ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. 5καὶ ἀπεκρίθη Δαυεὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος; διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. 6καὶ ἔδωκεν αὐτῷ Ἀβειμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτοι, ὅτι ἀλλ᾽ ἢ ἄρτοι τοῦ προσώπου, οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.

7καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ.

8καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβειμέλεχ Ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 9καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά· καὶ αὐτὴ ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυείδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.

David Flees to Gath

10καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυεὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθεν Δαυεὶδ πρὸς Ἀγχοὺς βασιλέα Γέθ·

11καὶ εἶπαν οἱ παῖδες Ἀγχοὺς πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυεὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τοὺτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ;

12καὶ ἔθετο Δαυεὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοὺς βασιλέως Γέθ. 13καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 14καὶ εἶπεν Ἀγχοὺς πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρὸς μέ; 15ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγιόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρὸς μέ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 20
Top of Page
Top of Page