|
4 Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν 6 Ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον Ἀββᾶ ὁ Πατήρ 7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ Θεοῦ Galatians 4:4-7, Hebrew & Greek Study Bible. Public domain.
|



